Αρχική σελίδα

Πατριαρχικός και Συνοδικός Τόμος.
Περί ἀνακηρύξεως τοῦ αὐτοκεφάλου τῆς Ἐκκλησίας τῆς Σερβίας.

 

+ ΙΩΑΚΕΙΜ ΕΛΕΩι ΘΕΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΌΛΕΩΣ ΝΕΑΣ ΡΩΜΗΣ ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΟΣ ΠΑΤΡΙΑΡΧΗΣ

+ ΕΙΣ ΤΟ ΟΝΟΜΑ
ΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΟΥ ΥΙΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. ΑΜΗΝ.

Εἷς Θεὸς καὶ πατὴρ πάντων ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καἰ ἐν πᾶσιν ὑμῖν, ὁ μακάριος φησὶν ἀπόστολος Παῦλος, ἔνθεν μὲν τὸ ἑνιαῖον τῆς ὑπερουσίου θεότητος ἀνομολογῶν καὶ στεντορείως ἀνακηρύττων, ἔνθεν δὲ τὴν ἄναρχον ὑποδεικνὺς αἰτίαν τῆς ἀδιαρρήκτου συναφείας τῶν πολλῶν καὶ ποικίλων δημιουργημάτων τῆς θείας δυνάμεως καὶ σοφίας, δἰ ὧν τὰ πάντα αἰωνίοις νόμοις απαρασαλεύτως καὶ ἀδιασπάστως συνάπτων ἑαυτῷ τε καὶ ἀλλήλοις, συνέχει καὶ συγκρατεῖ ὁ τῶν ὅλων Πατήρ καὶ πάνσοφος κυβερνήτης. Ἀνατείνοντες γὰρ τὸ ὅμμα εἰς οὐρανόν, τὰ πολλὰ ὁρῶμεν καὶ μεγάλα καὶ πολυειδῆ τῶν οὐρανίων σωμάτων συστήματα, χωρὶς μὲν καθ̓ ἕκαστα περὶ τὸ ἴδιον κέντρον κινούμενα καὶ τὰς ὡρισμένας αὐτοῖς λειτουργίας ἐκτάκτως ἐπιτελοῦντα, διὰ τῆς ἑλκτικῆς δέ, ὡς φασί, δυνάμεως συγκρατούμενα καὶ ἓν ὅλον πάγκαλον καὶ θαυμαστὸν εἰρήνης καὶ ἁρμονίας σύστημα ἀποτελοῦντα, τῇ αἰωνίᾳ τοῦ παναγάθου Δημιουργοῦ βουλήσει ὑπακούοντα. Αἵ τε ἐπὶ γῆς τῶν ἀνθρώπων πολιτεῖαι καὶ καταστάσεις, καί, ἁπλῶς εἰπεῖν, πᾶσα πόλις καὶ χώρα, τοῖς αὐτοῖς καθάπαξ νόμοις τῆς ἑνότητος καὶ ἁρμονίας ἀγόμενα, τὰ μεγάλα τῶν ἐθνῶν τοῦ κόσμου πληρώματα σπουδάζει συναποτελεῖν, ὥστε καθάπερ τις ἑλκτικὴ καὶ συνεκτικὴ δύναμις καὶ φῶς ἀνέσπερον εἰς τὸ τὰ πάντα κατακοσμεῖν καὶ τῆς σκοτεινῆς ἀταξίας καὶ συγχύσεως ἀπαλάσσειν, ἅμα δὲ καὶ πρὸς ἄλληλα τὰ ἔθνη συναρμολογεῖν καὶ ἓν ὅλον, ἐναρμόνιον καὶ ὑπερφυὲς τὴν λογικὴν φύσιν ἐναποφῆναι, αὐτὸς πάλιν ὁ τῆς ἑνότητος καὶ ἁρμονίας αἰώνιος νόμος συντρέχων ἂν εἴη. Ὅ,τι δὲ ἀτελῶς ἐν τοῖς πολιτεύμασι τοῦ κόσμου τούτου καθορᾶται, τοῦτο ἐν τῇ μιᾷ, ἁγίᾳ, καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ τέλειον ἐμπολιτεύεται καὶ κρατεῖ· αὐτίκα γὰρ ὁ ταύτης ἀρχηγός καὶ θεμελιωτὴς μίαν ποίμνην ἀποκαλεῖ τοὺς ἀνὰ τὴν οἰκουμένην λαούς, τὰ ἔθνη καὶ τὰς φυλὰς τῆς γῆς, ὅσοι ἔμελλον πιστεύειν εἰς αὐτόν, καὶ τοῦ οὐρανίου αὐτοῦ Πατρὸς δέεται ἵνα πάντες ἓν ὤσιν ἐν τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ τῇ τῆς πίστεως ἑνότητι. Πρὸς οἰκοδομὴν δὲ πάλιν Θεοῦ τὴν Ἐκκλησίαν καὶ πρὸς ναὸν ἅγιον καὶ σῶμα Χριστοῦ οἱ θεῖοι αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι ἐξομοιοῦσι καὶ πλήρωμα τοῦ πάντα ἐν πᾶσι πληρουμένου ταὐτην ἐξονομάζουσιν. "Ἐν γὰρ Χριστῷ Ἰησοῦ, γράφει ὁ μέγας τῶν ἐθνῶν ἀπόστολος πρὸς Ἐφεσίους ἐπιστέλλων, πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ"· καί "άληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸ τὰ πάντα, ὃς ἐστι κεφαλὴ ὁ Χριστός, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας κατ̓ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ"· καὶ πάλιν ὁ αὐτὸς· "σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης, ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις ἓν βάπτισμα, εἷς Θεὸς καὶ πατὴρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑμῖν". Κἄν δὲ μία ποίμνη καὶ ἓν σῶμα Χριστοῦ καὶ ἔστι καὶ λέγεται ἡ τοῦ Θεοῦ ἐπὶ γῆς Ἐκκλησία διὰ τὸν τῆς πνευματικῆς ἑνότητος λόγον, οὐδαμῶς μέντοι ἐκώλυσε τοῦτο κατά τε τοὺς πρώτους καὶ τοὺς μετέπειτα χρόνους τὴν σύστασιν μερικῶν κατὰ τόπους καὶ χώρας Ἐκκλησιῶν ἀπ̓ ἀλλήλων ἀνεξαρτήτων καὶ ἐσωτερικῶς αὐτοδιοικουμένων ὑπὸ ἰδἰους ποιμένας καὶ διδασκάλους καὶ διακόνους τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, ἤτοι τοὺς ἐπισκόπους ἤ ἀρχιεπισκόπους καὶ πατριάρχας, κατὰ λόγον οὐ μόνον τῆς ἱστορικῆς ἐν τῷ χριστιανισμῷ σημασίας τῶν πόλεων καὶ χωρῶν, ἀλλὰ καὶ τῶν πολιτικῶν περιστάσεων τῶν ἐν αὐταῖς λαὼν καὶ ἐθνῶν. "Καὶ γὰρ τῷ θρόνῳ τῆς πρεσβυτέρας Ῥώμης, φησὶν ἡ ἁγιωτάτη τετάρτη οἰκουμενική ἐν Χαλκηδόνι σύνοδος, διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεία· καὶ τῷ αὐτῷ σκοπῷ κινούμενοι οἱ ἑκατὸν πεντήκοντα θεοφιλέστατοι ἐπίσκοποι, τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῷ τῆς Νέας Ῥώμης ἁγιωτάτῳ θρόνῳ, εὐλόγως κρίναντες τὴν βασιλείᾳ καὶ συγκλήτῳ τιμηθείσαν πόλιν καὶ τῶν ἴσων ἀπολαύουσαν πρεσβείων τῇ πρεσβυτέρᾳ βασιλίδι Ρώμῃ, καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἐκείνην μεγαλύνεσθαι πράγμασι, δευτέραν μετ̓ ἐκείνην ὑπάρχουσαν". Συνῳδὰ δὲ τούτοις ὕστερον καὶ ὁ ἱερώτατος Φώτιος "τὰ ἐκκλησιαστικά, ἔγραφε, καὶ μάλιστά γε τὰ τῶν ἐνοριῶν δίκαια ταῖς πολιτικαῖς ἐπικρατείαις τε καὶ διοικήσεσι συμμεταβάλλεσθαι εἴωθε".

Τοιγαροῦν τῆς εὐσεβεστάτης καὶ θεοφρουρήτου ἡγεμονίας τῆς Σερβίας τῇ ἄνωθεν προνοίᾳ κρατυνθείσης καὶ μεγαλυνθείσης ἔναγχος, καὶ τὴν πολιτικὴν αὐτῆς ἀνεξαρτησίαν ἀπολαβούσης, τοῦ δὲ εὐσεβεστάτου, θεοστηρίκτου καὶ γαληνοτάτου ἡγεμόνος αὐτῆς κ. Μιλάνου Οβρένοβιτς του Δ́, καὶ τοῦ ἱερωτάτου ἀρχιεπισκόπου Βελιγραδίου καὶ Μητροπολίτου Σερβίας κυρίου Μιχαήλ ἐν ὀνόματι τοῦ τ̓ εὐαγοῦς κλήρου καὶ τοῦ εὐσεβοῦς λαοῦ διὰ γραμμάτων πρὸς ἡμᾶς ἀνενεχθέντων καὶ ἀνάλογον τῇ πολιτικῇ ἐκκλησιαστικὴν ἀνεξαρτησίαν καὶ αὐτοδιοίκησιν ἐξαιτησαμένων, ἡ Μετριότης ἡμῶν μετὰ τῆς περὶ ἡμᾶς ἁγίας συνόδου τῶν ἱερωτάτων μητροπολιτῶν, τῶν ἐν ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῶν ἀδελφῶν καὶ συλλειτουργῶν, συνελθόντες ἐπὶ τούτῳ ἐν τῷ Συνοδικῷ τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου καὶ συνδιασκεψάμενοι ἐν ἁγίῳ Πνεύματι καὶ τὴν αἴτησιν αὐτῶν εὔλογον καὶ πρὸς τὸ πνεῦμα τῶν ἱερῶν κανόνων καὶ τὰς κατὰ καιροὺς ἐκκλησιαστικὰς πράξεις κατὰ πάντα συνᾳδουσαν εὑρόντες, ἀπεφηνάμεθα ἵνα ἡ ὀρθόδοξος Ἐκκλησία τῆς σερβικῆς ἡγεμονίας, ἡ τέως διὰ τοῦ ἀρχιεπισκόπου Βελιγραδίου καὶ μητροπολίτου Σερβίας ἔχουσα τὴν κανονικὴν ἐξάρτησιν καὶ ἀναφορὰν εἰς τὸν καθ̓ ἡμᾶς ἁγιώτατον ἀποστολικὸν καὶ πατριαρχικὸν θρόνον Κωνσταντινουπόλεως, μετὰ τῶν ἀρτίως προσαρτηθεισῶν αὐτῇ ἐπαρχιῶν καὶ διαμερισμάτων, ἤτοι σύμπασα ἡ ἐν τοῖς ὁρίοις τῆς πολιτικῶς καὶ χωρογραφικῶς μεγαλυνθείσης καὶ τέλεον ἀνεξαρτηθείσης ἡγεμονίας τῆς Σερβίας ἐμπεριλαμβανομένη ὀρθόδοξος Ἐκκλησία, κεφαλὴν ἔχουσα, ὡς καὶ ἅπασα ἡ ὀρθόδοξος καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, τὸν θεάνθρωπον Κύριον καὶ Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, ὑπάρχῃ τοῦ λοιποῦ κανονικῶς αὐτοκέφαλος, ἀνεξάρτητος καὶ αὐτοδιοίκητος, πρῶτον ἐν τοῖς ἐκκλησιαστικοῖς πράγμασι καὶ πρόεδρον αὐτῆς ἔχουσα καὶ ἐπιγινώσκουσα τὸν ἀρχιεπίσκοπον Βελιγραδίου καὶ μητροπολίτην Σερβίας, ἔχοντα περὶ ἑαυτὸν σύνοδον κατὰ τοῦς ἱεροὺς κανόνας συγκροτουμένην ἐκ τῶν ἀρχιερέων τῆς ἐκκλησιαστικῆς αὐτῆς περιφερείας καὶ μετ̓ αὐτοῦ κυβερνῶσαν τὰ τῆς Ἐκκλησίας τῆς ἡγεμονίας ἐλευθέρως τε καὶ ἀκωλύτως ἀπό πάσης ἄλλης ἐπεμβάσεως καὶ ἐν ἁγίῳ Πνεύματι, ὡς οἱ θεῖοι καὶ ἱεροὶ διακελεύονται κανόνες.

Οὕτω δὴ καὶ ἐπὶ τούτοις καθισταμένην διὰ τοῦδε τοῦ συνοδικοῦ Τόμου τὴν ἁγίαν ἐν τῇ ἡγεμονίᾳ τῆς Σερβίας Ἐκκλησίαν ἐπιγινώσκομεν καὶ ἀνακηρύττομεν πνευματικὴν ἡμῶν ἀδελφὴν καὶ πάσαις τοῖς ἀνὰ τὴν οἰκουμένην ὀρθοδόξοις Ἐκκλησίαις ἐπισυνιστῶμεν τοιαύτην ἀναγνωρίζεσθαι καὶ μνημονεύεσθαι τῷ ὀνόματι: Ἡ ἁγία αὐτοκέφαλος Ἐκκλησία τῆς Σερβικῆς ἡγεμονίας, καὶ δὴ καὶ πάσας τὰς προνομίας καὶ πάντα τὰ κυριαρχικὰ δικαιώματα τὰ τῇ αὐτοκεφάλῳ ἐκκλησιατικῇ ἀρχῇ παρομαρτοῦντα παρέχομεν αὐτῇ, ὥστε τοῦ λοιποῦ τὸν μὲν ἀρχιεπίσκοπον Βελιγραδίου καὶ μητροπολίτην Σερβίας ἱερουργοῦντα μνημονεύειν πάσης ἐπισκοπής ὀρθοδόξων, τὴν δὲ περὶ αὐτὸν χορείαν τῶν σεβασμίων ἀρχιερέων τοῦ ὀνόματος αὐτοῦ καὶ τὰ πρὸς τὴν ἐσωτερικὴν ἐκκλησιαστικὴν διοίκησιν ἀφορῶντα ἀνακρίνεσθαι καὶ διαλύεσθαι καὶ καθορίζεσθαι ἀπολύτως ὑπ̓ αὐτοῦ τε καὶ τῆς περὶ αὐτὸν ἁγίας συνόδου ἀκολούθως τῇ εὐαγγελικῇ καὶ τῇ λοιπῇ τῆ κατὰ τὴν ἱερὰν παράδοσιν καὶ τὰς σεβασμίας διατάξεις τῆς ἁγίας ὀρθοδόξου ἡμῶν Ἐκκλησίας διδασκαλίᾳ. Ἵνα δὲ καὶ ἡ ἀμοιβαία πνευματικὴ ἑνότης πρός τε τὴν ἐν Κωνσταντινουπόλει Μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν καὶ πρὸς τὰς λοιπὰς αὐτοκεφάλους ὀρθοδόξους τοῦ Χριστοῦ Ἐκκλησίας ζῶσά τε καὶ ἀκμαία καὶ ἐν πᾶσιν ἀπαραμείωτος διατηρῆται, ὀφείλει καὶ ὁ ἀρχιεπίσκοπος Βελιγραδίου καὶ Μητροπολίτης Σερβίας, κατὰ τὸν ἀνέκαθεν παρὰ ταῖς αὐτοδιοικουμέναις Ἐκκλησίαις κρατήσαντα πατροπαράδοτον καὶ κανονικὸν τῆς ἀμοιβαίας ἀδελφικῆς σχέσεως καὶ συναφείας θεσμόν, μνημονεύειν τε ἐν τοῖς ἱεροῖς διπτύχοις τῶν ἁγιωτάτων πατριαρχῶν, λαμβάνειν καὶ τὸ ἅγιον μῦρον παρὰ τῆς έν Κωνσταντινουπόλει μητρὸς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας· καὶ ὡς ἀυτοδικαίως πρόεδρος τῆς περὶ αὐτὸν ἱερᾶς συνόδου ἀναγορευόμενος, ἐπιστέλλειν τὰ νενομισμένα ἐνθρονιστικὰ γράμματα πρὸς πάσας τὰς ὀρθοδόξους πατριαρχικὰς καὶ λοιπὰς αὐτοκεφάλους Ἐκκλησίας, καὶ πρὸς αὐτὰς ταύτας διὰ γραμμάτων συνοδικῶν ἀναφέρεσθαι ἐν τοῖς συμπίπτουσι γενικοῖς ἐκκλησιαστικοῖς ζητήμασι, τοῖς καθολικοτέρας ψήφου καὶ δοκιμασίας ἐπιδεομένοις, ὡς καὶ τἀνάπαλιν ἑκάστη τῶν εἰρημένων πατριαρχικῶν καὶ αὐτοκεφάλων Ἐκκλησιῶν πρὸς αὐτὴν ταύτα ποιήσει κατὰ τὴν ἀρχῆθεν, ὡς ἔφημεν, ἐπικρατήσασαν ἐν τῇ ὀρθοδόξῳ Ἐκκλησίᾳ κανονικὴν τάξιν τε καὶ συνήθειαν.

Ἐπειδὴ δὲ ἐν ταῖς ἄρτι πολιτικῶς προσαρτηθείσαις τῇ σερβικῇ ἡγεμονίᾳ ἐπαρχίαις εὕρηνται καὶ πολλοὶ σχισματικοί, κληρικοί τε καὶ λαϊκοί, ὀπαδοὶ τῆς λεγομένης βουλγαρικῆς ἐξαρχίας, περὶ ὧν καὶ ἐν τῷ τοῦ μητροπολίτου Σερβίας γράμματι δεδήλωται, ὡς ἐπιδεικνυομένων πόθον ἐπιστροφῆς, τὰ περὶ παραδοχῆς αὐτῶν ἐν τοῖς κόλποις τῆς ὀρθοδόξου καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐπιλυθήσεται καὶ καθορισθήσεται συνῳδὰ τοῖς ἱεροῖς κανόσι καὶ ταῖς ἐκκλησιαστικαῖς διατάξεσιν.

Ἐπ̓ αὐτοῖς οὗν τοῖς ὅροις ἡ ἐν Κωνσταντινουπόλει Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἁγίῳ Πνεύματι συνοδικῶς ἀποφηναμένη, τὴν ἐν Σερβίᾳ ἁγίαν Ἐκκλησίαν αὐτοκέφαλον καὶ αὐτοδιοίκητον ἀνακηρύσσει καὶ ταύτην ἐγκαρδίως ἐπευλογοῦσα, ἐν πάσῃ ἀδελφικῇ ἀγάπῃ ἐπεύχεται ἐστηριγμένην καὶ ἀκράδαντον αὐτὴν διὰ παντὸς ἐμμένειν τῇ πίστει καὶ τῇ ἑνότητι τοῦ πνεύματος τῆς μιᾶς, ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας πρὸς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν τε καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐν ἔτει σωτηρίῳ χιλιοστῷ ὀκτακοσιοστῷ ἑβδομηκοστῷ ἐννάτῳ κατὰ μῆνα Ὀκτώβριον, ἰνδικτιῶνος Ηʹ.

ΙΩΑΚΕΙΜ ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης καὶ Οἰκουμενικὸς Πατριάρχης, ἀποφαίνεται.

+ Ὁ Ἐφέσου Ἀγαθάγγελος

+ Ὁ Νικομηδείας Φιλόθεος

+ Ὁ Χαλκηδόνος Καλλίνικος

+ Ὁ Δέρκων Ἰωακείμ

+ Ὁ Νεοκαισαρείας Ἱερόθεος

+ Ὁ Σμύρνης Μελέτιος

+ Ὁ Μηθύμνης Παΐσιος

+ Ὁ Ἴμβρου Νικηφόρος

+ Ὁ Φαναριοφερσάλων Κωνστάντιος

+ Ὁ Κώου Μελέτιος, συναποφαίνονται.

Αναθεώρηση: Παρασκευή, 18 Μαρτίου 2022.